Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.69 Joseph. AJ 15.74 (English) >>Joseph. AJ 15.79

15.72Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαϊκοῦ τάγματος, τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ ἰούδα· 15.73διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες· ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, διʼ οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν. 15.74

Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρʼ Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων. 15.75ἐπειδὴ γὰρ ἐγένετο παρʼ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν· 15.76οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν· οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη· δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δʼ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.69 Joseph. AJ 15.74 (English) >>Joseph. AJ 15.79

Powered by PhiloLogic